Add parallel Print Page Options

12 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· Ἀνάθεμα [a]Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν· [b]Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ.

Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, [c]ὁ δὲ [d]αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, [e]ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, [f]ἄλλῳ χαρίσματα ἰαμάτων ἐν τῷ [g]ἑνὶ πνεύματι, 10 [h]ἄλλῳ ἐνεργήματα δυνάμεων, [i]ἄλλῳ προφητεία, [j]ἄλλῳ διακρίσεις πνευμάτων, [k]ἑτέρῳ γένη γλωσσῶν, [l]ἄλλῳ ἑρμηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη [m]πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ [n]σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός· 13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ [o]πάντες ἓν πνεῦμα ἐποτίσθημεν.

14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15 ἐὰν εἴπῃ ὁ πούς· Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς· Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος· 17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18 [p]νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20 νῦν δὲ πολλὰ [q]μὲν μέλη, ἓν δὲ σῶμα. 21 οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω· 22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν [r]ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ [s]ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, 25 ἵνα μὴ ᾖ [t]σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. 26 καὶ [u]εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται [v]μέλος, συγχαίρει πάντα τὰ μέλη.

27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, [w]ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ [x]μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:3 Ἰησοῦς WH Treg NIV ] Ἰησοῦν RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:3 Κύριος Ἰησοῦς WH Treg NIV ] Κύριον Ἰησοῦν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:6 ὁ δὲ Treg NIV RP ] καὶ ὁ WH
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:6 αὐτὸς WH Treg NIV ] + ἐστιν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἑτέρῳ WH Treg NIV ] + δὲ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:9 ἑνὶ WH Treg NIV ] αὐτῷ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Treg ] + δὲ WH NIV RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Treg ] + δὲ WH NIV RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 ἑτέρῳ WH Treg NIV ] + δὲ RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:10 *ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:12 πολλὰ ἔχει WH Treg NIV ] ἔχει πολλὰ RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:12 σώματος WH Treg NIV ] + τοῦ ἑνός RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:13 πάντες WH Treg NIV ] + εἰς RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:18 νυνὶ NIV RP ] νῦν WH Treg
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:20 μὲν Treg NIV RP ] – WH
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:24 ἔχει WH Treg RP NA ] + τιμῆς NIV
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:24 ὑστεροῦντι RP ] ὑστερουμένῳ WH Treg NIV
  20. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:25 σχίσμα WH Treg NIV ] σχίσματα RP
  21. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:26 εἴτε WH NIV RP ] εἴ τι Treg
  22. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:26 μέλος WH Treg ] ἓν μέλος NIV RP
  23. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:28 ἔπειτα WH Treg NIV ] εἶτα RP
  24. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:31 μείζονα WH Treg NIV ] κρείττονα RP