Add parallel Print Page Options

Τοῦτο δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ [a]αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον, ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.

10 Σὺ δὲ [b]παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. 12 καὶ πάντες δὲ οἱ θέλοντες [c]ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ [d]τίνων ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους [e]ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ· 16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς [f]ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, 17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

Footnotes

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:6 αἰχμαλωτίζοντες WH Treg NIV ] αἰχμαλωτεύοντες RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:10 παρηκολούθησάς WH Treg NIV ] παρηκολούθηκάς RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:12 ζῆν εὐσεβῶς WH Treg ] εὐσεβῶς ζῆν NIV RP
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:14 τίνων WH Treg NIV ] τίνος RP
  5. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:15 ἱερὰ WH ] τὰ ἱερὰ Treg NIV RP
  6. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:16 ἐλεγμόν WH Treg NIV ] ἔλεγχον RP

τουτο δε γινωσκε οτι εν εσχαταις ημεραις ενστησονται καιροι χαλεποι

εσονται γαρ οι ανθρωποι φιλαυτοι φιλαργυροι αλαζονες υπερηφανοι βλασφημοι γονευσιν απειθεις αχαριστοι ανοσιοι

αστοργοι ασπονδοι διαβολοι ακρατεις ανημεροι αφιλαγαθοι

προδοται προπετεις τετυφωμενοι φιληδονοι μαλλον η φιλοθεοι

εχοντες μορφωσιν ευσεβειας την δε δυναμιν αυτης ηρνημενοι και τουτους αποτρεπου

εκ τουτων γαρ εισιν οι ενδυνοντες εις τας οικιας και αιχμαλωτευοντες τα γυναικαρια σεσωρευμενα αμαρτιαις αγομενα επιθυμιαις ποικιλαις

παντοτε μανθανοντα και μηδεποτε εις επιγνωσιν αληθειας ελθειν δυναμενα

ον τροπον δε ιαννης και ιαμβρης αντεστησαν μωυσει ουτως και ουτοι ανθιστανται τη αληθεια ανθρωποι κατεφθαρμενοι τον νουν αδοκιμοι περι την πιστιν

αλλ ου προκοψουσιν επι πλειον η γαρ ανοια αυτων εκδηλος εσται πασιν ως και η εκεινων εγενετο

10 συ δε παρηκολουθηκας μου τη διδασκαλια τη αγωγη τη προθεσει τη πιστει τη μακροθυμια τη αγαπη τη υπομονη

11 τοις διωγμοις τοις παθημασιν οια μοι εγενετο εν αντιοχεια εν ικονιω εν λυστροις οιους διωγμους υπηνεγκα και εκ παντων με ερρυσατο ο κυριος

12 και παντες δε οι θελοντες ευσεβως ζην εν χριστω ιησου διωχθησονται

13 πονηροι δε ανθρωποι και γοητες προκοψουσιν επι το χειρον πλανωντες και πλανωμενοι

14 συ δε μενε εν οις εμαθες και επιστωθης ειδως παρα τινος εμαθες

15 και οτι απο βρεφους τα ιερα γραμματα οιδας τα δυναμενα σε σοφισαι εις σωτηριαν δια πιστεως της εν χριστω ιησου

16 πασα γραφη θεοπνευστος και ωφελιμος προς διδασκαλιαν προς ελεγχον προς επανορθωσιν προς παιδειαν την εν δικαιοσυνη

17 ινα αρτιος η ο του θεου ανθρωπος προς παν εργον αγαθον εξηρτισμενος