Add parallel Print Page Options

13 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν [a]νῦν, τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι, ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν, καὶ [b]γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ [c]ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.

Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι [d]Ἰησοῦς Χριστὸς ἐν [e]ὑμῖν; εἰ μήτι ἀδόκιμοί ἐστε. ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. [f]εὐχόμεθα δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· [g]τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10 διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν [h]ὁ κύριος ἔδωκέν μοι, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.

11 Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν. 12 ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. 13 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων [i]ὑμῶν.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 13:2 νῦν WH Treg NIV ] + γράφω RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 13:4 γὰρ WH Treg NIV ] + εἰ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 13:4 ζήσομεν WH Treg NIV ] ζησόμεθα RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 13:5 Ἰησοῦς Χριστὸς WH RP NA ] Χριστὸς Ἰησοῦς Treg NIV
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 13:5 ὑμῖν WH Treg NIV ] + ἐστίν RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 13:7 εὐχόμεθα WH Treg NIV ] Εὐχόμαι RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 13:9 τοῦτο WH Treg NIV ] + δὲ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 13:10 ὁ κύριος ἔδωκέν μοι WH Treg NIV ] ἔδωκέν μοι ὁ κύριος RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 13:13 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP

13 τριτον τουτο ερχομαι προς υμας επι στοματος δυο μαρτυρων και τριων σταθησεται παν ρημα

προειρηκα και προλεγω ως παρων το δευτερον και απων νυν γραφω τοις προημαρτηκοσιν και τοις λοιποις πασιν οτι εαν ελθω εις το παλιν ου φεισομαι

επει δοκιμην ζητειτε του εν εμοι λαλουντος χριστου ος εις υμας ουκ ασθενει αλλα δυνατει εν υμιν

και γαρ ει εσταυρωθη εξ ασθενειας αλλα ζη εκ δυναμεως θεου και γαρ ημεις ασθενουμεν εν αυτω αλλα ζησομεθα συν αυτω εκ δυναμεως θεου εις υμας

εαυτους πειραζετε ει εστε εν τη πιστει εαυτους δοκιμαζετε η ουκ επιγινωσκετε εαυτους οτι ιησους χριστος εν υμιν εστιν ει μη τι αδοκιμοι εστε

ελπιζω δε οτι γνωσεσθε οτι ημεις ουκ εσμεν αδοκιμοι

ευχομαι δε προς τον θεον μη ποιησαι υμας κακον μηδεν ουχ ινα ημεις δοκιμοι φανωμεν αλλ ινα υμεις το καλον ποιητε ημεις δε ως αδοκιμοι ωμεν

ου γαρ δυναμεθα τι κατα της αληθειας αλλ υπερ της αληθειας

χαιρομεν γαρ οταν ημεις ασθενωμεν υμεις δε δυνατοι ητε τουτο δε και ευχομεθα την υμων καταρτισιν

10 δια τουτο ταυτα απων γραφω ινα παρων μη αποτομως χρησωμαι κατα την εξουσιαν ην εδωκεν μοι ο κυριος εις οικοδομην και ουκ εις καθαιρεσιν

11 λοιπον αδελφοι χαιρετε καταρτιζεσθε παρακαλεισθε το αυτο φρονειτε ειρηνευετε και ο θεος της αγαπης και ειρηνης εσται μεθ υμων

12 ασπασασθε αλληλους εν αγιω φιληματι

13 ασπαζονται υμας οι αγιοι παντες

14 η χαρις του κυριου ιησου χριστου και η αγαπη του θεου και η κοινωνια του αγιου πνευματος μετα παντων υμων αμην [προς κορινθιους δευτερα εγραφη απο φιλιππων της μακεδονιας δια τιτου και λουκα]