Add parallel Print Page Options

Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.

Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. μειζοτέραν τούτων οὐκ ἔχω [a]χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν [b]τῇ ἀληθείᾳ περιπατοῦντα.

Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ [c]τοῦτο ξένους, οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ· ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν [d]ἐθνικῶν. ἡμεῖς οὖν ὀφείλομεν [e]ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.

Ἔγραψά [f]τι τῇ ἐκκλησίᾳ· ἀλλ’ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.

11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ [g]οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.

13 Πολλὰ εἶχον [h]γράψαι σοι, ἀλλ’ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι [i]γράφειν· 14 ἐλπίζω δὲ εὐθέως [j]σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν.

15 Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ’ ὄνομα.

Footnotes

  1. ΙΩΑΝΝΟΥ Γ΄ 1:4 χαράν Treg NIV RP ] χάριν WH
  2. ΙΩΑΝΝΟΥ Γ΄ 1:4 τῇ WH Treg NIV ] – RP
  3. ΙΩΑΝΝΟΥ Γ΄ 1:5 τοῦτο WH Treg NIV ] εἰς τοὺς RP
  4. ΙΩΑΝΝΟΥ Γ΄ 1:7 ἐθνικῶν WH Treg NIV ] ἐθνῶν RP
  5. ΙΩΑΝΝΟΥ Γ΄ 1:8 ὑπολαμβάνειν WH Treg NIV ] ἀπολαμβάνειν RP
  6. ΙΩΑΝΝΟΥ Γ΄ 1:9 τι WH Treg NIV ] – RP
  7. ΙΩΑΝΝΟΥ Γ΄ 1:12 οἶδας WH Treg NIV ] οἴδατε RP
  8. ΙΩΑΝΝΟΥ Γ΄ 1:13 γράψαι σοι WH Treg NIV ] γράφειν RP
  9. ΙΩΑΝΝΟΥ Γ΄ 1:13 γράφειν WH Treg NIV ] γράψαι RP
  10. ΙΩΑΝΝΟΥ Γ΄ 1:14 σε ἰδεῖν WH Treg NIV ] ἰδεῖν σε RP

ο πρεσβυτερος γαιω τω αγαπητω ον εγω αγαπω εν αληθεια

αγαπητε περι παντων ευχομαι σε ευοδουσθαι και υγιαινειν καθως ευοδουται σου η ψυχη

εχαρην γαρ λιαν ερχομενων αδελφων και μαρτυρουντων σου τη αληθεια καθως συ εν αληθεια περιπατεις

μειζοτεραν τουτων ουκ εχω χαραν ινα ακουω τα εμα τεκνα εν αληθεια περιπατουντα

αγαπητε πιστον ποιεις ο εαν εργαση εις τους αδελφους και εις τους ξενους

οι εμαρτυρησαν σου τη αγαπη ενωπιον εκκλησιας ους καλως ποιησεις προπεμψας αξιως του θεου

υπερ γαρ του ονοματος εξηλθον μηδεν λαμβανοντες απο των εθνων

ημεις ουν οφειλομεν απολαμβανειν τους τοιουτους ινα συνεργοι γινωμεθα τη αληθεια

εγραψα τη εκκλησια αλλ ο φιλοπρωτευων αυτων διοτρεφης ουκ επιδεχεται ημας

10 δια τουτο εαν ελθω υπομνησω αυτου τα εργα α ποιει λογοις πονηροις φλυαρων ημας και μη αρκουμενος επι τουτοις ουτε αυτος επιδεχεται τους αδελφους και τους βουλομενους κωλυει και εκ της εκκλησιας εκβαλλει

11 αγαπητε μη μιμου το κακον αλλα το αγαθον ο αγαθοποιων εκ του θεου εστιν ο δε κακοποιων ουχ εωρακεν τον θεον

12 δημητριω μεμαρτυρηται υπο παντων και υπ αυτης της αληθειας και ημεις δε μαρτυρουμεν και οιδατε οτι η μαρτυρια ημων αληθης εστιν

13 πολλα ειχον γραφειν αλλ ου θελω δια μελανος και καλαμου σοι γραψαι

14 ελπιζω δε ευθεως ιδειν σε και στομα προς στομα λαλησομεν ειρηνη σοι ασπαζονται σε οι φιλοι ασπαζου τους φιλους κατ ονομα